Aργές Kαταβασίες Χριστουγέννων

06.03.2015

Aργές Kαταβασίες Χριστουγέννων

ᾨδὴ α’

Χριστὸς γεννᾶται· δοξάσατε.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί·
ὅτι δεδόξασται.

Έσωσε λαόν  Ιαμβικός  Ήχος α’

Έσωσε λαόν, θαυματουργών Δεσπότης, Υγρόν θαλάσσης κύμα χερσώσας πάλαι. Εκών δέ τεχθείς εκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ημίν, όν κατ ουσίαν, Ισόν τε Πατρί, καί βροτοίς δοξάζομεν.

Ωδή ζ’

Τω παντάνακτος, εξεφαύλισαν πόθω, Άπλητα θυμαίνοντος, ηγκιστρωμένοι, Παίδες τυράννου, δύσθεον γλωσσαλγίαν, Οις είκαθε πυρ, άσπετον τω Δεσπότη, Λέγουσιν” Εις αιώνας ευλογητός ει.

Ὁ Εἱρμὸς

Ἦχος α’

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.